Add parallel Print Page Options

Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ [a]ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε [b]εἰς σωτηρίαν, [c]εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.

Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς [d]εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας [e]εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ· διότι περιέχει [f]ἐν γραφῇ· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον [g]ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ. ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· [h]ἀπιστοῦσιν δὲ [i]λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου· οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες· εἰς ὃ καὶ ἐτέθησαν.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 2:1 ὑποκρίσεις Treg NIV RP] ὑπόκρισιν WH
  2. ΠΕΤΡΟΥ Α΄ 2:2 εἰς σωτηρίαν WH Treg NIV] – RP
  3. ΠΕΤΡΟΥ Α΄ 2:3 εἰ WH Treg NIV] εἴπερ RP
  4. ΠΕΤΡΟΥ Α΄ 2:5 εἰς WH Treg NIV] – RP
  5. ΠΕΤΡΟΥ Α΄ 2:5 εὐπροσδέκτους WH Treg] + τῷ NIV RP
  6. ΠΕΤΡΟΥ Α΄ 2:6 ἐν WH Treg NIV] + τῇ RP
  7. ΠΕΤΡΟΥ Α΄ 2:6 ἀκρογωνιαῖον ἐκλεκτὸν Treg NIV RP] ἐκλεκτὸν ἀκρογωνιαῖον WH
  8. ΠΕΤΡΟΥ Α΄ 2:7 ἀπιστοῦσιν WH Treg NIV] ἀπειθοῦσιν RP
  9. ΠΕΤΡΟΥ Α΄ 2:7 λίθος WH Treg NIV] Λίθον RP